ταῦτα δὲ οὗτοι λέγουσι . μαρτύρια δὲ τούτων ἑκάτεροι ἀποδεικνύουσι τάδε , Συβαρῖται μὲν τέμενός τε καὶ νηὸν ἐόντα παρὰ τὸν ξηρὸν Κρᾶθιν , τὸν ἱδρύσασθαι συνελόντα τὴν πόλιν Δωριέα λέγουσι Ἀθηναίῃ ἐπωνύμῳ Κραθίῃ · τοῦτο δὲ αὐτοῦ Δωριέος τὸν θάνατον μαρτύριον μέγιστον ποιεῦνται , ὅτι παρὰ τὰ μεμαντευμένα ποιέων διεφθάρη · εἰ γὰρ δὴ μὴ παρέπρηξε μηδέν , ἐπʼ ὁ δὲ ἐστάλη ἐποίεε , εἷλε ἂν τὴν Ἐρυκίνην χώρην καὶ ἑλὼν κατέσχε , οὐδʼ ἂν αὐτός τε καὶ ἡ στρατιὴ διεφθάρη .
οἱ δʼ αὖ Κροτωνιῆται ἀποδεικνῦσι Καλλίῃ μὲν τῷ Ἠλείῳ ἐξαίρετα ἐν γῇ τῇ Κροτωνιήτιδι πολλὰ δοθέντα , τὰ καὶ ἐς ἐμὲ ἔτι ἐνέμοντο οἱ Καλλίεω ἀπόγονοι , Δωριέι δὲ καὶ τοῖσι Δωριέος ἀπογόνοισι οὐδέν . καίτοι εἰ συνεπελάβετό γε τοῦ Συβαριτικοῦ πολέμου Δωριεύς , δοθῆναι ἄν οἱ πολλαπλήσια ἢ Καλλίῃ . ταῦτα μέν νυν ἑκάτεροι αὐτῶν μαρτύρια ἀποφαίνονται , καὶ πάρεστι , ὁκοτέροισί τις πείθεται αὐτῶν , τούτοισι προσχωρέειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.