ἧκον δέ σφι αὐτόμολοι ἄνδρες ἀπʼ Ἀρκαδίης ὀλίγοι τινές , βίου τε δεόμενοι καὶ ἐνεργοὶ βουλόμενοι εἶναι . ἄγοντες δὲ τούτους ἐς ὄψιν τὴν βασιλέος ἐπυνθάνοντο οἱ Πέρσαι περὶ τῶν Ἑλλήνων τί ποιέοιεν · εἷς δέ τις πρὸ πάντων ἦν ὁ εἰρωτῶν αὐτοὺς ταῦτα .
οἳ δέ σφι ἔλεγον ὡς Ὀλύμπια ἄγουσι καὶ θεωρέοιεν ἀγῶνα γυμνικὸν καὶ ἱππικόν . ὁ δὲ ἐπείρετο ὅ τι τὸ ἄεθλον εἴη σφι κείμενον περὶ ὅτευ ἀγωνίζονται · οἳ δʼ εἶπον τῆς ἐλαίης τὸν διδόμενον στέφανον . ἐνθαῦτα εἴπας γνώμην γενναιοτάτην Τιγράνης ὁ Ἀρταβάνου δειλίην ὦφλε πρὸς βασιλέος . πυνθανόμενος
γὰρ τὸ ἄεθλον ἐὸν στέφανον ἀλλʼ οὐ χρήματα , οὔτε ἠνέσχετο σιγῶν εἶπέ τε ἐς πάντας τάδε . παπαῖ Μαρδόνιε , κοίους ἐπʼ ἄνδρας ἤγαγες μαχησομένους ἡμέας , οἳ οὐ περὶ χρημάτων τὸν ἀγῶνα ποιεῦνται ἀλλὰ περὶ ἀρετῆς . τούτῳ μὲν δὴ ταῦτα εἴρητο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.