τότε μὲν δὴ οὕτω ἠγωνίσαντο . μετὰ δὲ Ἀθηναῖοι μὲν τὸ παράπαν ἀπολιπόντες τοὺς Ἴωνας , ἐπικαλεομένου σφέας πολλὰ διʼ ἀγγέλων Ἀρισταγόρεω , οὐκ ἔφασαν τιμωρήσειν σφι · Ἴωνες δὲ τῆς Ἀθηναίων συμμαχίης στερηθέντες , οὕτω γάρ σφι ὑπῆρχε πεποιημένα ἐς Δαρεῖον , οὐδὲν δὴ ἧσσον τὸν πρὸς βασιλέα πόλεμον ἐσκευάζοντο .
πλώσαντες δὲ ἐς τὸν Ἑλλήσποντον Βυζάντιόν τε καὶ τὰς ἄλλας πόλιας πάσας τὰς ταύτῃ ὑπʼ ἑωυτοῖσι ἐποιήσαντο , ἐκπλώσαντές τε ἔξω τὸν Ἑλλήσποντον Καρίης τὴν πολλὴν προσεκτήσαντο σφίσι σύμμαχον εἶναι · καὶ γὰρ τὴν Καῦνον πρότερον οὐ βουλομένην συμμαχέειν , ὡς ἐνέπρησαν τὰς Σάρδις , τότε σφι καὶ αὕτη προσεγένετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.