ἐν ᾧ δὲ ἡ ἀγγελίη τε περὶ τῶν Σαρδίων παρὰ βασιλέα ἀνήιε καὶ Δαρεῖος τὰ περὶ τὸ τόξον ποιήσας Ἱστιαίῳ ἐς λόγους ἦλθε καὶ Ἱστιαῖος μεμετιμένος ὑπὸ Δαρείου ἐκομίζετο ἐπὶ θάλασσαν , ἐν τούτῳ παντὶ τῷ χρόνῳ ἐγίνετο τάδε . πολιορκέοντι τῷ Σαλαμινίῳ Ὀνησίλῳ Ἀμαθουσίους ἐξαγγέλλεται νηυσὶ στρατιὴν πολλὴν ἄγοντα Περσικὴν Ἀρτύβιον ἄνδρα Πέρσην προσδόκιμον ἐς τὴν Κύπρον εἶναι ·
πυθόμενος δὲ ταῦτα ὁ Ὀνήσιλος κήρυκας διέπεμπε ἐς τὴν Ἰωνίην ἐπικαλεύμενος σφέας , Ἴωνες δὲ οὐκ ἐς μακρὴν βουλευσάμενοι ἧκον πολλῷ στόλῳ . Ἴωνές τε δὴ παρῆσαν ἐς τὴν Κύπρον καὶ οἱ Πέρσαι νηυσὶ διαβάντες ἐκ τῆς Κιλικίης ἤισαν ἐπὶ τὴν Σαλαμῖνα πεζῇ . τῇσι δὲ νηυσὶ οἱ Φοίνικες περιέπλεον τὴν ἄκρην αἳ καλεῦνται Κληῖδες τῆς Κύπρου .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.