Δαρεῖος δὲ κάρτα βαρέως ἤνεικε ἰδὼν ἄνδρα δοκιμώτατον λελωβημένον , ἔκ τε τοῦ θρόνου ἀναπηδήσας ἀνέβωσέ τε καὶ εἴρετό μιν ὅστις εἴη ὁ λωβησάμενος καὶ ὅ τι ποιήσαντα .
ὁ δὲ εἶπε οὐκ ἔστι οὗτος ὡνήρ , ὅτι μὴ σύ , τῷ ἐστὶ δύναμις τοσαύτη ἐμὲ δὴ ὧδε διαθεῖναι · οὐδέ τις ἀλλοτρίων ὦ βασιλεῦ τάδε ἔργασται , ἀλλʼ αὐτὸς ἐγὼ ἐμεωυτόν , δεινόν τι ποιεύμενος Ἀσσυρίους Πέρσῃσι καταγελᾶν .
ὃ δʼ ἀμείβετο ὦ σχετλιώτατε ἀνδρῶν , ἔργῳ τῷ αἰσχίστῳ οὔνομα τὸ κάλλιστον ἔθευ , φὰς διὰ τοὺς πολιορκεομένους σεωυτὸν ἀνηκέστως διαθεῖναι . τί δʼ , ὦ μάταιε , λελωβημένου σεῦ θᾶσσον οἱ πολέμιοι παραστήσονται ; κῶς οὐκ ἐξέπλωσας τῶν φρενῶν σεωυτὸν διαφθείρας ;
ὁ δὲ εἶπε εἰ μέν τοι ὑπερετίθεα τὰ ἔμελλον ποιήσειν , οὐκ ἄν με περιεῖδες · νῦν δʼ ἐπʼ ἐμεωυτοῦ βαλόμενος ἔπρηξα . ἤδη ὦν ἢν μὴ τῶν σῶν δεήσῃ , αἱρέομεν Βαβυλῶνα . ἐγὼ μὲν γὰρ ὡς ἔχω αὐτομολήσω ἐς τὸ τεῖχος καὶ φήσω πρὸς αὐτοὺς ὡς ὑπὸ σεῦ τάδε ἔπαθον · καὶ δοκέω , πείσας σφέας ταῦτα ἔχειν οὕτω , τεύξεσθαι στρατιῆς .
δέ , ἀπʼ ἧς ἂν ἡμέρης ἐγὼ ἐσέλθω ἐς τὸ τεῖχος , ἀπὸ ταύτης ἐς δεκάτην ἡμέρην τῆς σεωυτοῦ στρατιῆς , τῆς οὐδεμία ἔσται ὤρη ἀπολλυμένης , ταύτης χιλίους τάξον κατὰ τὰς Σεμιράμιος καλεομένας πύλας · μετὰ δὲ αὖτις ἀπὸ τῆς δεκάτης ἐς ἑβδόμην ἄλλους μοι τάξον δισχιλίους κατὰ τὰς Νινίων καλεομένας πύλας · ἀπὸ δὲ τῆς ἑβδόμης διαλείπειν εἴκοσι ἡμέρας , καὶ ἔπειτα ἄλλους κάτισον ἀγαγὼν κατὰ τὰς Χαλδαίων καλεομένας πύλας , τετρακισχιλίους . ἐχόντων δὲ μήτε οἱ πρότεροι μηδὲν τῶν ἀμυνεύντων μήτε οὗτοι , πλὴν ἐγχειριδίων · τοῦτο δὲ ἐᾶν ἔχειν .
δὲ τὴν εἰκοστὴν ἡμέρην ἰθέως τὴν μὲν ἄλλην στρατιὴν κελεύειν πέριξ προσβάλλειν πρὸς τὸ τεῖχος , Πέρσας δέ μοι τάξον κατά τε τὰς Βηλίδας καλεομένας καὶ Κισσίας πύλας . ὡς γὰρ ἐγὼ δοκέω , ἐμέο μεγάλα ἔργα ἀποδεξαμένου , τά τε ἄλλα ἐπιτρέψονται ἐμοὶ Βαβυλώνιοι καὶ δὴ καὶ τῶν πυλέων τὰς βαλανάγρας · τὸ δὲ ἐνθεῦτεν ἐμοί τε καὶ Πέρσῃσι μελήσει τὰ δεῖ ποιέειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.